Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.173 Joseph. AJ 16.179 (English) >>Joseph. AJ 16.184

16.177οὗ πλεῖστον οἱ παρʼ ἡμῖν νόμοι λόγον ἔχοντες ἅπασιν ἡμᾶς, εἰ καθαρῶς ἐμμένοιμεν αὐτοῖς, εὔνους καὶ φίλους ἀπεργάζονται. 16.178διὸ καὶ ταῦτα παρʼ ἐκείνων ἡμῖν ἀπαιτητέον καὶ δέον οὐκ ἐν τῇ διαφορᾷ τῶν ἐπιτηδευμάτων οἴεσθαι τὸ ἀλλότριον, ἀλλʼ ἐν τῷ πρὸς καλοκαγαθίαν ἐπιτηδείως ἔχειν· τοῦτο γὰρ κοινὸν ἅπασιν καὶ μόνον ἱκανὸν διασώζειν τὸν τῶν ἀνθρώπων βίον. ἐπάνειμι δὲ πάλιν ἐπὶ τὰ συνεχῆ τῆς ἱστορίας. 16.179

γὰρ Ἡρώδης πολλοῖς τοῖς ἀναλώμασιν εἴς τε τὰς ἔξω καὶ τὰς ἐν τῇ βασιλείᾳ χρώμενος, ἀκηκοὼς ἔτι τάχιον ὡς Ὑρκανὸς πρὸ αὐτοῦ βασιλεὺς ἀνοίξας τὸν Δαυίδου τάφον ἀργυρίου λάβοι τρισχίλια τάλαντα κειμένων πολὺ πλειόνων ἔτι καὶ δυναμένων εἰς ἅπαν ἐπαρκέσαι ταῖς χορηγίαις, ἐκ πλείονος μὲν διʼ ἐννοίας εἶχεν τὴν ἐπιχείρησιν, 16.180ἐν δὲ τῷ τότε νυκτὸς ἀνοίξας τὸν τάφον εἰσέρχεται πραγματευσάμενος ἥκιστα μὲν τῇ πόλει φανερὸς εἶναι, παρειληφὼς δὲ τοὺς πιστοτάτους τῶν φίλων. 16.181ἀποθέσιμα μὲν οὖν χρήματα καθάπερ Ὑρκανὸς οὐχ εὗρεν, κόσμον δὲ χρυσοῦν καὶ κειμηλίων πολύν, ὃν ἀνείλετο πάντα. σπουδὴν δʼ εἶχεν ἐπιμελεστέραν ποιούμενος τὴν ἔρευναν ἐνδοτέρω τε χωρεῖν καὶ κατὰ τὰς θήκας, ἐν αἷς ἦν τοῦ Δαυΐδου καὶ τοῦ Σολομῶνος τὰ σώματα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.173 Joseph. AJ 16.179 (English) >>Joseph. AJ 16.184

Powered by PhiloLogic